🌿🍇🌿
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
🌿🌿🌿
Δεῦτε τό εἰκόνισμα τό σεπτόν, τῆς σεπτῆς Παρθένου ἀσπασώμεθα οἱ πιστοῖ, καί ἀπό καρδίας τῆ κεχαριτωμένη, βοήσωμεν ἐν πίστει χαίροις Παντάνασσα.
🌿🌿🌿
Σωτηρίας τῶν πιστῶν μόνη πρόξενος, καί μεσίτις πρός Θεόν ἡ ἀκοίμητος, μή παρίδης τῶν ἀσθενῶν βοώντων σοί φωνᾶς, ἀλλά λύτρωσαι ὡς συμπαθής, τῶν περιστάσεων ἠμᾶς, τούς πιστῶς δεομένους σου, βράβευσον θεραπείαν καί λύτρωσαι τῶν κινδύνων, ἡ προστατεύουσα ἀεί, Θεομῆτορ τούς ὑμνοῦντας σέ.
🌿🌿🌿
Πάντων προστατεύεις Ἀγαθή, τῶν καταφευγόντων ἐν πίστει τή κραταιά σου χειρί. ἄλλην γάρ οὐκ ἔχομεν, ἁμαρτωλοί πρός Θεόν, ἐν κινδύνοις καί θλίψεσιν, ἀεί μεσιτείαν,
οἱ κατακαμπτόμενοι, ὑπό πταισμάτων πολλῶν, Μῆτερ τοῦ Θεοῦ τοῦ Ὑψίστου. ὅθεν σοί προσπίπτομεν. ρύσαι, πάσης περιστάσεως τούς δούλους σου.
🌿🍇🌿
Δέσποινα προσδεξαι, τάς δεήσεις τῶν δούλων σου, καί λύτρωσαι ἠμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.
🌿🌿🌿
Τήν πάσαν ἐλπίδα μου, εἰς σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον μέ ὑπό τήν σκέπην σου.
🌿🍇🌿
Δί' εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς. Ἀμήν.
🌾🌾🌾 Ιθυπόρος 🌾🌾🌾2022🌾🌾🌾
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου